Blogger templates

«Τον δε φόβον ημών ου μη φοβηθώμεν ουδ' ου μη ταραχθώμεν, ότι μεθ' ημών ο Θεός»

Τρίτη 5 Απριλίου 2011

ΠΡΟΣΕΥΧΕΣ ΔΙΑΦΟΡΕΣ ΕΙΣ ΤΟΝ ΧΡΙΣΤΟΝ


Α) Εὐχαὶ κατὰ τὸ μέτρο τῶν 24 ὡρῶν τοῦ νυχθημέρου. Λέγονται κάθε βράδυ. Ἰωάννου Χρυσοστόμου.

α) Κύρ
ιε, μὴ στερήσῃς με τῶν ἐπουρανίων Σου καὶ αἰωνίων ἀγαθῶν.

β) Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων.

γ) Κύριε, εἴτε λόγῳ, εἴτε ἔργῳ, εἴτε κατὰ νοῦν καὶ διάνοιαν, ἥμαρτον, συγχώρησόν μοι.

δ) Κύριε, λύτρωσαί με ἀπὸ πάσης ἀνάγκης καὶ ἁγνοίας καὶ λήθης καὶ ῥαθυμίας καὶ τῆς λιθώδους ἀναισθησίας.

ε) Κύριε, λύτρωσαί με ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως.

στ) Κύριε, φώτισον τὴν καρδίαν μου, ἥν ἐσκότισε ἡ πονηρὰ ἐπιθυμία.

ζ) Κύριε, ἐγὼ μὲν ὡς ἄνθρωπος ἁμαρτάνω, Σὺ δὲ ὡς Θεὸς ἐλέησόν με.

η) Κύριε, ἴδε τὴν ἀσθένειαν τῆς ψυχῆς μου, καὶ πέμψον τὴν χάριν Σου εἰς βοήθειάν μου, ἵνα ἐν ἐμοὶ δοξασθῇ τὸ Ὄνομά Σου τὸ Ἅγιον.

θ) Κύριε Ἰησοῦ Χριστέ, ἔγγραψον τὸ ὄνομα τοῦ δούλου Σου ἐν βίβλῳ ζωῆς, χαριζόμενός μοι καὶ τέλειον ἀγαθόν.

ι) Κύριε ὁ Θεός μου, οὐκ ἐποίησα οὐδὲν ἀγαθόν· ἀλλ’ ἀρξαίμην ποτε τῆς εὐσπλαγχνίας Σου.

ια) Κύριε, βρέξον εἰς τὴν καρδίαν μου τὴν δρόσον τῆς χάριτός Σου.

ιβ) Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, μνήσθητί μου τοῦ ἁμαρτωλοῦ, τοῦ αἰσχροῦ, τοῦ πονηροῦ καὶ βεβήλου κατὰ τὸ μέγα ἔλεός Σου, ἐν τῇ Βασιλείᾳ Σου.

ιγ) Κύριε, ἐν μετανοίᾳ με παράλαβε, καὶ μὴ ἐγκαταλείπῃς με.

ιδ) Κύριε, μὴ εἰσενέγκης με εἰς πειρασμόν.

ιε) Κύριε, δός μοι εὔνοιαν ἀγαθήν.

ιστ) Κύριε, δός μοι δάκρυον καὶ μνήμην θανάτου καὶ κατάνυξιν.

ιζ) Κύριε, δός μοι τῶν λογισμῶν μου ἐξαγόρευσιν.

ιη) Κύριε, δός μοι ταπείνωσιν, ἐκκοπὴν θελήματος καὶ ὑπακοήν.

ιθ) Κύριε, δός μοι ὑπομονήν, μακροθυμίαν καὶ πραότητα.

κ) Κύριε, ἐμφύτευσον ἐν ἐμοὶ τὴν ῥίζαν τῶν ἀγαθῶν καὶ τοῦ φόβου Σου.

κα) Κύριε, ἀξίωσόν με ἀγαπᾶν Σε ἐξ ὅλης μου τῆς ψυχῆς καὶ τῆς διανοίας καὶ τῆς καρδίας, καὶ τηρεῖν ἐν πᾶσι τὸ θέλημά Σου.

κβ) Κύριε, σκέπασόν με ἀπό τε ἀνθρώπων πονηρῶν, καὶ δαιμόνων καὶ παθῶν, καὶ παντὸς κακοῦ, καὶ μὴ προσήκοντος πράγματος.

κγ) Κύριε, ὡς κελεύεις· Κύριε,ὡς γινώσκεις· Κύριε ὡς βούλει, γεννηθήτω τὸ θέλημά Σου ἐν ἐμοί.

κδ) Κύριε, τὸ Σὸν θέλημα γενέσθω καὶ μὴ τὸ ἐμόν.

Πρεσβείαις καὶ ἱκεσίαις τῆς Παναγίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Σου, ὅτι ευλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.


Β) Εὐχαὶ ἕτεραι κατὰ τὸ μέτρο τῶν 24 ὡρῶν τοῦ νυχθημέρου.

α) Κύριε, ἀγαθήν μοι τὴν ἡμέραν (ἤ τὴν νύκτα)ταύτην καὶ ἀναμάρτητον δώρησαι.

β) Κύριε, ἀξίωσόν με ἀγαπᾶν Σε ἐξ ὅλης μου τῆς καρδίας καὶ τῆς ψυχῆς, καὶ ἐξαρτᾶν ἀεὶ τὰ κατ’ ἐμὲ τῇ θείᾳ προνοίᾳ Σου.

γ) Κύριε, ἐμφύτευσον ἐν τῇ διανοίᾳ μου τὴν ἁγίαν Σου μνήμην.

δ) Κύριε, δώρησαί μοι μακροθυμίαν, πραότητα καὶ ὑπομονήν.

ε) Κύριε, δώρησαί μοι κατάνυξιν, δάκρυα καὶ μνήμην θανάτου.

στ) Κύριε, φώτισον τὸ τριμερὲς τῆς ἀθλίας ψυχῆς μου καὶ δίδαξόν με τὶ ποιεῖν καὶ λέγειν.

ζ) Κύριε, δώρησαί μοι τῷ ἁμαρτωλῷ τὸν ἁγνότατον φόβον Σου καὶ εὐχὴν ἀένναον μετὰ κατανύξεως καὶ πλήθους δακρύων.

η) Κύριε, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ Σου πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν καὶ ἀγάπην ἀνυπόκριτον.

θ) Κύριε, ῥυσαί με τῶν ῥυπαρῶν καὶ βλασφήμων καὶ ἀκαθάρτων λογισμῶν· ὅτι λίαν εἰμὶ ἀσθενὴς ὁ ταλαίπωρος, καὶ τῇ ψυχῇ, καὶ τῆ σαρκί, καὶ τῇ γνώμῃ, καὶ τῷ λογισμῷ.

ι) Κύριε, ῥυσαί με τῆς καταλαλιᾶς, τῆς κατακρίσεως, τῆς ἀργολογίας, τοῦ ψεύδους, τῆς καυχήσεως καὶ ὑποκρίσεως, καὶ δώρησαί μοι ὁμιλεῖν τοῖς ἀδελφοῖς μου μετὰ πάσης προσοχῆς καὶ πραότητος.

ια) Κύριε, ῥυσαί με τῶν πτωμάτων τῆς γλώσσης μου· ὅτι καθ’ ἑκάστην δι’ αὐτῆς ἁμαρτάνω ὁ τάλας καὶ οὐκ αἰσθάνομαι.

ιβ) Κύριε, μὴ λυπήσῃς με, ὑπὲρ ὦν ἐγὼ ἐλύπησα τὴν Σὴν ἀγαθότητα.

ιγ) Κύριε, μὴ ἄρῃς με ἐντεῦθεν ἄκαρπον καὶ ἀνέτοιμον.

ιδ) Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων.

ιε) Κύριε, λύτρωσαί με τῆς φιληδονίας, τῆς φιλοδοξίας τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς μητρὸς πάντων τῶν παθῶν.

ιστ) Κύριε, οἷς τρόποις οἶδας καὶ οἷς τρόποις ἐπίστασαι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν Σου. Τὸ γὰρ ὅλον τῆς ἐμῆς σωτηρίας ἐν τοῖς Σοῖς οἰκτιρμοῖς καὶ τῇ φιλανθρωπίᾳ κεῖται.

ιζ) Κύριε, οὐδὲν ἀγαθὸν ἐποίησα μέχρι τοῦ νῦν· δέομαί Σου, δός μοι τὴν Σὴν χρηστότητα βαλεῖν ἀρχὴν ἀγαθήν· ὅτι ἄνευ τῆς Σῆς χάριτος καὶ βοηθείας, οὐ μόνον οὐδὲ ἀγαθὸν ποιῆσαι δύναμαι, ἀλλ’ οὐδὲ ὅλως ἀρχῆς ἀγαθοῦ ἐννοῆσαι δυνατόν.

ιη) Κύριε, ἐν τῷ παρόντι αἰῶνι κόλασόν με, καὶ μὴ ἐν τῷ μέλλοντι.

ιθ) Κύριε, πυρίκαυστον, σκωληκόβροτον, θηριάλωτον, καὶ εἰς πᾶσαν ἄλλην καὶ παντοίαν βάσανον ἐμπεσεῖν ἐνταῦθά με ἔασον, μόνον τῆς οὐρανίου Βασιλείας Σου μὴ ὑστερήσῃς με.

κ) Κύριε, ἐξαφάνισον, τὸν ἐξ ἀφροσύνης καὶ ὑπερηφανίας μου ὑπενεχθέντα μοι πειρασμόν, καὶ καταίσχυνον αὐτόν.

κα) Κύριε, ἐγὼ μὲν ὡς ἄνθρωπος ἥμαρτον· Σὺ δὲ ὡς Θεὸς συγχώρησον.

κβ) Κύριε, ἀξίωσόν με νεκρωθῆναι ὅλῳ τῷ κόσμῳ.

κγ) Τὸ Σὸν καὶ μὴ τὸ ἐμὸν γενέσθαι θέλημα.

κδ) Κύριε, Ἰησοῦ Χριστέ, τὸ σωτήριον ὄνομα, ἐλευθερωτὰ τοῦ ἀνθρωπίνου γένους, ἐλέησόν με τὸν ὠνητὸν τῷ τιμίῳ Σου αἵματι, πρεσβείαις τῆς Παναχράντου Σου Μητρός, καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου