Blogger templates

«Τον δε φόβον ημών ου μη φοβηθώμεν ουδ' ου μη ταραχθώμεν, ότι μεθ' ημών ο Θεός»

Τετάρτη, 12 Ιανουαρίου 2011

Ψαλμός Γ΄

Κύριε,
τι επληθύνθησαν οι θλίβοντές με; πολλοί επανίστανται επ’ εμέ`
πολλοί λέγουσι τη ψυχή μου` ουκ έστι σωτηρία αυτώ εν τω Θεώ αυτού.
Συ δε, Κύριε, αντιλήπτωρ μου ει, δόξα μου και υψών την κεφαλήν μου.
Φωνή μου προς Κύριον εκέκραξα, και επήκουσέ μου εξ όρους αγίου αυτού.
Εγώ δε εκοιμήθην και ύπνωσα` εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου.
Ου φοβηθήσομαι από μυριάδων λαού, των κύκλω συνεπιτιθεμένων μοι.
Ανάστα, Κύριε, σώσον με, ο Θεός μου, ότι Συ επάταξας πάντας
τους εχθραίνοντάς μοι ματαίως, οδόντας αμαρτωλών συνέτριψας.
Του Κυρίου η σωτηρία, και επί τον λαόν Σου η ευλογία Σου.
Εγώ εκοιμήθην και ύπνωσα` εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου