Blogger templates

«Τον δε φόβον ημών ου μη φοβηθώμεν ουδ' ου μη ταραχθώμεν, ότι μεθ' ημών ο Θεός»

Δευτέρα 29 Νοεμβρίου 2010

Γεροντικόν - Μικρὲς Νουθεσίες Γερόντων

ΤΟ ΕΙΣ ΠΑΝΤΑ ΕΑΥΤΟΝ ΒΙΑΖΕΣΘΑΙ, ΑΥΤΗ ΕΣΤΙΝ Η ΟΔΟΣ ΤΟΥ ΘΕΟΥ
- Μὴ γίνου μαθητὴς τοῦ ἐπαινοῦντος ἑαυτόν, ἵνα μή, ἀντὶ ταπεινοφροσύνης, ὑπερηφανίαν μάθῃς.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ὅτι ἐάν θέλῃ ὁ ἄνθρωπος ἀπὸ πρωὶ ἕως ὀψὲ ἔρχεται εἰς μέτρον θεῖον.

- Ἔστιν ἁμαρτία πρὸς θάνατον ἀμετανόητος· οὐδεὶς οὕτως ἀγαθὸς καὶ οικτίρμων, ὡς ὁ Θεὸς· τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι· πολὺ λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις, τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα.


- Εἶπε γέρων· αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως ἐσχάτης ἀναπνοῆς· ὅτι σήμερον ἐπίστρεψον.

- Εἶπε γέρων· ἡ γενεὰ αὕτη οὐ ζητεῖ τὸ σήμερον, ἀλλὰ τὸ αὔριον.

 - Εἶπε γέρων· πᾶσα πονηρία μὴ τετελεσμένη, οὐκ ἔστι πονηρία· καὶ πᾶσα δικαιοσύνη μὴ τελειωθεῖσα, οὐκ ἔστι δικαιοσύνη.

- Ἀδελφέ· μὴ εἴπῃς σήμερον ἁμαρτάνω, καὶ αὔριον μετανοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλές· περὶ τῆς αὔριον, τῷ Κυρίῳ μελήσει.

- Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· μέμνησο διὰ παντὸς κρίσεως αἰωνίου· καὶ μὴ ἐπιλάθῃ σῆς ἐξόδου· καὶ οὐκ ἔσται πλημμέλεια τῇ ψυχῇ σου.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἠλίας· ἐγὼ τρία πράγματα φοϐοῦμαι ἀεί· ὅταν μέλλῃ ἡ ψυχή μου χωρισθῆναι ἐκ τοῦ σώματος· καὶ ὅταν μέλλω τῷ Θεῷ ὑπαντῆσαι· καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ᾿ εμοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ὑπερέχιος· ἡ ἐνθύμησίς σου ἔστω διὰ παντὸς ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.

- Διαλογίζου τὴν τιμὴν ἣν κατέλαϐον πάντες οἱ Ἅγιοι· καὶ ὁ ζῆλος αὐτῶν ἑλκύσει σε μικρόν· ἐνθυμοῦ πάλιν καὶ τοὺς ὀνειδισμοὺς οὓς ἔλαχον οἱ ἁμαρτωλοί, καὶ ὁ λογισμὸς οὗτος φυλάξει ἀπὸ τὰ πονηρά.

- Ἔλεγον οἱ γέροντες· παιδεύσατε τὰ παιδία, ἀδελφοί, ἵνα μὴ παιδεύσωσιν ὑμᾶς αὐτά.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἰάκωϐος, ὅτι παρὰ τὸ ξενοδοχεῖν, μεῖζόν ἐστι τὸ διὰ Θεὸν ξενιτεῦσαι.

- Ἐμηνύθη ποτὲ τῷ μακαρίῳ Εὐαγρίῳ τῷ Διακόνῳ ἡ τελευτὴ τοῦ πατρὸς αὐτοῦ· καὶ λέγει τῷ ἀπαγγείλαντι· παῦσαι βλασφημῶν, ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν.

- Ἀδελφὸς ἠτεῖτο γέροντος εὐχήν, σπεύδων ἐπὶ τὴν πόλιν· ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφη· μὴ σπεῦδε ἐπὶ τὴν πόλιν, ἀλλὰ σπεῦσον τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ.

- Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεὴ εἶναι διδαχῆς καὶ ἐν πάσῃ τῇ ζωῇ σου σοφός εὑρεθήσῃ.
- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος· ὅτι ὑπακοὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία.

- Εἶπε γέρων· γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου καὶ δεδεμένος ἀκολοθῶν τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ.

- Εἶπε γέρων· ὃς ἐὰν γένηται μωρὸς διὰ τὸν Κύριον, συνετιεῖ αὐτὸν ὁ Κύριος.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, μὴ πιστεύσῃς αὐτῷ τὴν συνείδησίν σου.

- Ἤκουσεν ὁ Ἀϐϐᾶς Ἰωάννης ὁ Κολοϐός, εἰς τὸ θέρος ὤν, ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ᾿ οργῆς· ὦ καὶ σύ· καὶ ἐάσας τὸν θερισμὸν ἔφυγεν.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀγάθων· ἀγαπητός μοί τις καθ᾿ ὑπερϐολὴν ἐὰν ᾖ, καὶ γνῶ ὅτι κατάγει με εἰς ἐλάττωμα, ἀποκόπτω αὐτὸν ἀπ᾿ ἐμοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ἐὰν μὴ εἴπῃ ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγὼ μὸνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, οὐχ ἕξει ἀνάπαυσιν.

- Εἶπεν γέρων· ὅτι εἰ καὶ ἐκοπίασαν ὦδε οἱ ἅγιοι, ἀλλ᾿ ἔλαϐον ἤδη καὶ μέρος ἀναπαύσεως· τοῦτο δὲ ἔλεγε, διὰ τὸ εἶναι αὐτοὺς ἐλευθέρους ἀπό τῆς τοῦ κόσμου φροντίδος.

- Μὴ ἐξουθενένει γέροντας ἐὰν βουληθῶσιν ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου· καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκατην οὐκ ἀπεϐάλετο· οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς ἐστιν οὖτος.

- Ἠρωτήθῃ γέρων· διατί συνεχῶς ὀλιγωρῶ; καὶ ἀπεκρίθη· ἐπειδὴ οὔπω εἶδες τὸν ἥλιον.

- Εἶπεν γέρων· τὸ εἰς πάντα ἑαυτὸν βιάζεσθαι, αὕτη ἐστὶν ἡ ὁδὸς τοῦ Θεοῦ.

- Ὁ αὐτὸς εἶπεν· ὁ βιαζόμενος ἑαυτὸν διὰ τὸν Θεόν, ὅμοιός ἐστιν ἀνθρώπῳ ὁμολογητῇ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Κόπρις· μακάριος ὁ ὑπομένων κόπον μετὰ εὐχαριστίας.

- Ὁ αὐτὸς ἀσθενήσας ἐπὶ πολὺν χρόνον κλινήρης ἧν· καὶ ηὐχαρίστει καὶ ἐκώλυε τὸ ἴδιον θέλημα.

- Εἶπεν γέρων· εἰ τὰ κακὰ ποιοῦσιν ἡμῖν συγχωρεῖ ὁ Θεὸς μακροθυμῶν ἐφ᾿ ἡμῖν, οὐ πολλῷ μᾶλλον συνεργήσει ἡμῖν εἰ θελήσομεν ποιεῖν τὰ καλὰ;

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος, ὅτι ὁ Θεὸς οὐκ ἀφίησι τοὺς πολέμους ἐπὶ τὴν γενεὰν ταύτην, ὥς περ ἐπὶ τοὺς ἀρχαίους· οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζουσιν.

- Ἀδελφὸς ἠρώτησε τὸν Ἀϐϐᾶν Σισώην· τὶ ποίσω διὰ τὰ πάθη καὶ τοὺς δαίμονας; καὶ εἶπεν ὁ γέρων· ἕκαστος ἡμῶν πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας.

- Εἶπεν ἡ ἁγία Συγκλητική· ὅσον προκόπτουσιν οἱ ἀθληταί, τοσούτῳ μείζοσι συνάπτονται ἀνταγωνισταῖς.

- Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας, καὶ δι᾿ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.

- Ἠρωτήθῃ γέρων ὁποῖον δεῖ εἶναι τὸν Μοναχόν· καὶ εἶπεν· ἐάν ὡς κατ᾿ ἐμέ, μόνος πρὸς μόνον, ἤγουν πρὸς μόνον τὸν Θεὸν ἀποϐλέπῃ.

- Ὁ αὐτὸς ἐρωτηθεὶς πάλιν τὶ δεῖ τὸν Μοναχὸν ποιεῖν, ἀπεκρίθη· παντὸς ἀγαθοῦ ἐργασίαν, καὶ παντὸς κακοῦ ἀποχήν.

- Εἶπεν ὁ αὐτὸς, ὅτι αἰσχύνη ἐστὶ τοῦ Μοναχοῦ, ἐὰν ἐάσας τὰ ἑαυτοῦ ξενητεύσῃ διὰ τὸν Θεόν, καὶ μετὰ ταῦτα εἰς κόλασιν ἀπέλθῃ.

- Μηδείς σε ἀπατήσῃ, Μοναχέ, ὅτι ἔνι σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.

- Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· ἄνθρωπος συνοικῶν τῷ πλησίον, ὀφείλει εἶναι ὡς στήλη λιθίνη, ὑϐριζόμενος καὶ μὴ ὁργιζόμενος, δοξαζόμενος καὶ μὴ ἐπαιρόμενος.

- Εἴρηκε γέρων· θέλω διδαχθῆναι ἢ διδάξαι.

- Ἔλεγεν ὁ Ἀϐϐᾶς Δανιήλ, ὅτι ἐκάλεσέ με ποτὲ ὁ Ἀϐϐᾶς Ἀρσένιος καὶ εἶπε μοι· ἀνάπαυσον τὸν πλησίον σου, ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον παρακαλέσῃ ὑπὲρ σοῦ, καὶ εὖ σοι γένηται.

- Εἶπεν γέρων· ἐν τόπῳ ὦ ἔστι τις, ἐὰν δοκιμάσῃ καλόν τι ποιῆσαι καὶ μὴ ἰσχύσῃ, μὴ νομίσῃ ὅτι ἀλλαχοῦ δύναται ποιῆσαι αὐτό.

- Εἶπεν ὁ Ἀϐϐᾶς Θεόδωρος· πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ.

- Εἶπεν γέρων, ὅτι ἡ ἔρις παραδίδωσι τὸν ἄνθρωπον τῇ ὀργῇ, καὶ ἡ ὀργὴ παραδίδωσιν αὐτὸν τῇ τυφλώσει, ἡ δὲ τύφλωσις ποιεῖ πᾶν κακὸν ἐργάσασθαι.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· μὴ πληρώσῃς τὸ θέλημά σου· ἀναγκαῖον δὲ ἐστι μᾶλλον ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου.

- Εἶπεν ὁ Ἀϐϐᾶς Σαρματίας· θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε καὶ μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσαντα καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα.

- Εἶπεν γέρων· θέλω ἥττημα μετὰ ταπεινοφροσύνης, ἢ νίκην μετὰ ὑπερηφανίας.

- Εἶπεν γέρων· ἡ ταπείνωσις πολλάκις καὶ χωρὶς κόπου ἔσωσε πολλούς· καὶ μαρτυρεῖ τοῦτο ὁ Τελώνης καὶ ὁ Ἄσωτος υἰός, ρήματα μόνον μικρὰ εἰπόντες καὶ σωθέντες.

- Εἶπεν ὁ Ἀϐϐᾶς Καρίων, ὅτι πολοὺς κόπους ἐποίησα πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, διὰ τὴν ταπείνωσιν καὶ σιωπήν αὐτοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· ἀρχὴ σωτηρίας τῷ ἀνθρώπῳ ἡ ἑαυτοῦ κατάγνωσις.

- Εἶπεν γέρων· ὡς ἡ γῆ οὐδέποτε πίπτει κάτω, οὕτως οὐδὲ ὁ ταπεινῶν ἑαυτόν.

- Εἶπεν γέρων· ἡ ταπείνωσις οὐκ ὀργίζεται, οὐδὲ παροργίζει τινά.

- Εἶπεν γέρων· ἐάν εἴπῃς τινὶ ʹσυγχώρησόν μοιʹ, ταπεινῶν ἑαυτόν, καίεις τοὺς δαίμονας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου