Blogger templates

«Τον δε φόβον ημών ου μη φοβηθώμεν ουδ' ου μη ταραχθώμεν, ότι μεθ' ημών ο Θεός»

Παρασκευή, 22 Απριλίου 2011

Αί γενεαί πάσαι

Αί γενεαί πάσαι
 τη ταφή σου
προσφέρουσι, Χριστέ μου...

Καθελών του ξύλου, ο Αριμαθείας,
εν τάφω σε κηδεύει.

Μυροφόροι ήλθον,
μύρα σοι, Χριστέ μου,
κομίζουσαι προφρόνως.

Ους έθρεψε το μάννα,
εκίνησαν την πτέρναν,
κατά του ευεργέτου.

Ω της παραφροσύνης
και της χριστοκτονίας
της των προφητοκτόνων!

Ιωσήφ κηδεύει, συν τω Νικοδήμω,
νεκροπρεπώς τον Κτίστην.

Ως άφρων υπηρέτης
προδέδωκεν ο μύστης
την άβυσσον σοφίας.

Ω γλυκύ μου έαρ,
γλυκύτατόν μου Τέκνον,
πού έδυ σου το κάλλος;

Πεπλάνηται ο πλάνος,
ο πλανηθείς λυτρούται
σοφία ση, Θεέ μου.

Φρίττουσιν οι νόες
την ξένην και φρικτήν σου
ταφήν του πάντων κτίστου.

Έρραναν τον τάφον
οι μυροφόροι μύρα
λίαν πρωί ελθούσαι.

Ειρήνην Εκκλησία,
λαώ σου σωτηρίαν
δώρησαι ση εγέρσει.

Αι γενεαί νυν πάσαι,
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.

Υιέ Θεού παντάναξ,
Θεέ μου πλαστουργέ μου,
πώς πάθος κατεδέξω;

Ω Τριάς Θεέ μου,
Πατήρ Υιός και Πνεύμα,
ελέησον τον κόσμον.

Ιδείν την του Υιού σου,
Ανάστασιν, Παρθένε,
αξίωσον σους δούλους.