«Τὸν δι' ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου».
«Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων γυναικῶν, ταῦτα βοῶσα. Ποῦ πορεύη Τέκνον, τῖνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; κακεῖ νὺν σπεύδεις, ἳν ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσης; συνέλθω σοὶ Τέκνον, ἢ μείνω σοὶ μᾶλλον, δὸς μοὶ λόγον Λόγε, μὴ σιγῶν παρέλθης με, ὁ ἁγνὴν τηρήσας με, σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου».
«Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτήρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνη χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοί».
Αναδημοσίευση από: Χριστιανική Φοιτητική Ένωση
http://churchofagianapa.blogspot.com/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου